Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.35 Joseph. AJ 6.39 (English) >>Joseph. AJ 6.44

6.38

Ἔχοντι δὲ οὕτως ἐμφανίζεται τὸ θεῖον καὶ παραμυθεῖται μὴ δυσφορεῖν ἐφʼ οἷς ἠξίωσε τὸ πλῆθος, ὡς οὐκ ἐκεῖνον ὑπερηφανήσοντας ἀλλʼ ἑαυτὸν, εἰ μὴ βασιλεύσει μόνος· ταῦτα δὲ ἀφʼ ἧς ἡμέρας ἐξήγαγεν αὐτοὺς ἀπʼ Αἰγύπτου μηχανᾶσθαι τὰ ἔργα· λήψεσθαι μέντοι γε οὐκ εἰς μακρὰν μετάνοιαν αὐτοὺς ἐπίπονον, ὑφʼ ἧς οὐδὲν μὲν ἀγένητον ἔσται τῶν ἐσομένων, ἐλεγχθήσονται δὲ καταφρονήσαντες καὶ βουλὰς οὐκ εὐχαρίστους πρὸς ἐμὲ καὶ τὴν σὴν προφητείαν λαβόντες. 6.39κελεύω δή σε χειροτονεῖν αὐτοῖς ὃν ἂν ἐγὼ προείπω βασιλέα προδηλώσαντα ποταπῶν τε πειραθήσονται βασιλευόμενοι κακῶν καὶ διαμαρτυράμενον ἐφʼ οἵαν σπεύδουσι μεταβολήν.” 6.40

Ταῦτʼ ἀκούσας Σαμουῆλος ἅμα ἕῳ συγκαλέσας τοὺς Ἰουδαίους ἀποδείξειν αὐτοῖς βασιλέα ὡμολόγησεν, ἔφη δὲ δεῖν πρῶτον μὲν αὐτοῖς ἐκδιηγήσασθαι τὰ παρὰ τῶν βασιλέων ἐσόμενα καὶ ὅσοις συνενεχθήσονται κακοῖς· “γινώσκετε γὰρ ὅτι πρῶτον μὲν ὑμῶν ἀποσπάσουσι τὰ τέκνα καὶ τὰ μὲν αὐτῶν ἁρματηλάτας εἶναι κελεύσουσι, τοὺς δʼ ἱππεῖς καὶ σωματοφύλακας, δρομεῖς δὲ ἄλλους καὶ χιλιάρχους καὶ ἑκατοντάρχους, ποιήσουσι δὲ καὶ τεχνίτας ὁπλοποιοὺς καὶ ἁρματοποιοὺς καὶ ὀργάνων τέκτονας γεωργούς τε καὶ τῶν ἰδίων ἀγρῶν ἐπιμελητὰς καὶ σκαπανεῖς ἀμπέλων, 6.41καὶ οὐδέν ἐστιν μὴ κελευόμενοι ποιήσουσιν ἀνδραπόδων ἀργυρωνήτων τρόπον· καὶ τὰς θυγατέρας δʼ ὑμῶν μυρεψοὺς ἀποφανοῦσι καὶ ὀψοποιοὺς καὶ σιτοποιούς, καὶ πᾶν ἔργον θεραπαινίδες ἐξ ἀνάγκης πληγὰς φοβούμεναι καὶ βασάνους ὑπηρετήσουσι. κτῆσιν δὲ τὴν ὑμετέραν ἀφαιρήσονται καὶ ταύτην εὐνούχοις καὶ σωματοφύλαξι δωρήσονται καὶ βοσκημάτων ἀγέλας τοῖς αὑτῶν προσνεμοῦσι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.35 Joseph. AJ 6.39 (English) >>Joseph. AJ 6.44

Powered by PhiloLogic